TLG 1281 002 :: [CLITOPHON] :: Fragmenta [CLITOPHON] Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 367–368. frr. 1–5 Citation: Fragment — (line) | ||
t1 | ΙΝΔΙΚΑ. E LIBRO DECIMO. | |
1 | Plutarch. De fluv. 25, 3: Φύεται δὲ καὶ βοτάνη (sc. ἐν Ἰνδῷ), Καρπύκη καλουμένη, βουγλώσσῳ πα‐ ρόμοιος· ποιεῖ δ’ ἄριστα πρὸς ἰκτερικοὺς μεθ’ ὕδατος χλιαροῦ διδομένη τοῖς πάσχουσι· καθὼς ἱστορεῖ Κλει‐ | |
5 | τοφῶν ὁ Ῥόδιος ἐν ιʹ Ἰνδικῶν. | |
---|---|---|
t2 | ΚΤΙΣΕΙΣ. E LIBRO DECIMO TERTIO. | |
2 | Plutarch. De fluv. 6, 4: Παράκειται δ’ αὐτῷ (sc. τῷ Ἄραρι ποταμῷ) ὄρος, Λούγδουνος καλούμενον· [μετ]ωνομάσθη δὲ δι’ αἰτίαν τοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σεσηρονέως τῆς ἀρχῆς ἐκβληθέντες, | |
5 | εἰς τοῦτον κατὰ προσταγὴν τὸν λόφον * πόλιν κτίσαι θέ‐ λοντες. Τῶν δὲ θεμελίων ὀρυσσομένων, αἰφνιδίως κό‐ ρακες ἐπιφανέντες καὶ διαπτερυξάμενοι, τὸ πέριξ ἐπλή‐ ρωσαν τὰ δένδρα. Μώμορος δ’, οἰωνοσκοπίας ἔμπειρος ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν· λοῦγον | |
10 | γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κόρακα καλοῦσι· δοῦνον δὲ τὸν ἐξέχοντα· καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν ιγʹ Κτίσεων. | |
t3a-3b | ΓΑΛΑΤΙΚΑ. E LIBRO QUINTO VEL PRIMO. | |
3a | Stobaeus Floril. X, 71: Κλειτοφῶντος ἐκ τοῦ εʹ Ἰταλικοῦ (l. Γαλατικῶν). Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς, λεηλατῶν τὴν Ἀσίαν, εἰς Ἔφεσον ἦλθε, καὶ στρατοπεδευσάμενος περιέμενε τοῦ πολέμου τὴν προ‐ | |
5 | θεσμίαν. Παρθένος δέ τις τῶν ἐπισήμων, τοὔνομα Δη‐ μονίκη, εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ βαρβάρου, προ‐ δώσειν αὐτῷ τὴν Ἔφεσον ὑπέσχετο, ἐὰν μισθὸν λάβοι τὰ ψέλλια καὶ τοὺς ὅρμους· ὁ δὲ Βρέννος δεξάμενος αὐτὴν εἰς τόπον ὡρισμένον, ἤγαγε τοὺς ὑποτεταγμένους, | |
10 | καὶ προσέταξεν αὐτοῖς τὸν χρυσὸν ὅσον εἶχον κόσμου χάριν βάλλειν εἰς τὸν τῆς φιλαργύρου κόλπον. Ποιη‐ σάντων δὲ αὐτῶν τὸ παραγγελθὲν, ἡ Δημονίκη ὑπὸ τῆς δαψιλείας τοῦ βαλλομένου χρυσίου ζῶσα κατεχώσθη. | |
3b | Plutarch. Par. min. c. 15: Βρέννος, Γαλατῶν | |
βασιλεὺς, λεηλατῶν τὴν Ἀσίαν, ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου δημοτικῆς (l. Δημονίκης)· ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον | 367 | |
5 | τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι· ὁ δ’ ἠξίωσε τοὺς στρατιώτας ἐμβαλεῖν εἰς τὸν κόλπον ὃν εἶχον χρυσὸν τῆς φιλαργύρου. Ποιησάντων δὲ, ὑπὸ τῆς δαψιλείας τοῦ χρυσοῦ ζῶσα κατεχώσθη, καθάπερ ἱστορεῖ Κλειτοφῶν ἐν πρώτῳ Γαλατικῶν. | |
4 | Plutarch. De fluv. 7, 6: Γεννᾶται δ’ ἐν αὐτῷ λίθος κισσήρει παρόμοιος, καὶ σπανίως εὑρίσκεται· τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει τὴν χρόαν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μὴ τῷ | |
5 | χρόνῳ φρονήσεως ἐχουσῶν· αἱ δὲ ὥραν ἔχουσαι γάμων, ἐὰν ὁρῶσιν αὐτὸν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν. | |
5 | Schol. Venet. Il. υ, 404: Νηλεὺς ὁ Κόδρου χρησμὸν λαβὼν ἀποικίαν ἔστειλεν εἰς Μίλητον καὶ τὴν Καρίαν ἐξ Ἀθηνῶν καὶ τῆς Ἀχαϊκῆς Ἑλίκης. Παραγενόμενος εἰς τὴν Καρίαν | |
5 | ἱερὸν Ποσειδῶνος ἱδρύσατο καὶ ἀπὸ τοῦ ἐν Ἑλίκῃ τε‐ μένους Ἑλικώνιον προσηγόρευσε. Δοκεῖ δ’ ἐπὰν θύωσι [τὸν θεὸν], βοησάντων μὲν τῶν βοῶν προσδέχεσθαι τὸ θεῖον τὴν θυσίαν· σιγώντων δὲ, λυποῦνται, μηνίειν νο‐ | |
μίζοντες. Ἡ ἱστορία παρὰ Κλειτοφῶντι. | 368 |